Ancient Greek · ~7 min
366 to 376
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 366-2-376
Not analysed yet
ἐπεὶ δὲ οὔτε παραδοῦναι διὰ τὸν ὅρκον ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν ἐξ ἴσου Ῥωμαίοις ἔθʼ οἷοί τε ἦσαν ὥσπερ εἱρκτῇ περιειλημμένοι, τό τε τοῦ φονεύειν ἔθος ἐκίνει τὰς δεξιάς, σκιδνάμενοι κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως τοῖς ἐρειπίοις ὑπελόχων τοὺς αὐτομολεῖν ὡρμημένους. ἡλίσκοντο δὲ πολλοί, καὶ πάντας ἀποσφάττοντες, ὑπὸ γὰρ ἐνδείας οὐδὲ φεύγειν ἴσχυον, ἐρρίπτουν αὐτῶν κυσὶ τοὺς νεκρούς. ἐδόκει δὲ πᾶς τρόπος ἀπωλείας τοῦ λιμοῦ κουφότερος, ὥστε καὶ Ῥωμαίοις ἀπηλπικότες ἤδη τὸν ἔλεον ὅμως προσέφευγον καὶ φονεύουσι τοῖς στασιασταῖς ἑκόντες ἐνέπιπτον. τόπος τʼ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως [καὶ πεπλήρωτο νεκρῶν ἢ διὰ στάσιν ἢ διὰ λιμὸν ἀπολωλότων]. Ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη περὶ τῶν ὑπονόμων, εἰς οὓς καταφεύγοντες οὐ προσεδόκων ἐρευνηθήσεσθαι, μετὰ δὲ τὴν παντελῆ τῆς πόλεως ἅλωσιν ἀναζευξάντων Ῥωμαίων προελθόντες ἀποδράσεσθαι ἐπεχείρουν. τὸ δὲ ἦν ἄρα ὄνειρος αὐτοῖς· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον. τηνικαῦτά γε μὴν τοῖς ὑπογείοις πεποιθότες αὐτοὶ πλείονα τῶν Ῥωμαίων ἐνεπίμπρασαν, καὶ τοὺς ἐκ τῶν καιομένων καταφεύγοντας εἰς τὰς διώρυχας ἔκτεινόν τε ἀνέδην καὶ ἐσύλων καὶ εἴ τινος εὕροιεν τροφὴν ἁρπάζοντες αἵματι πεφυρμένην κατέπινον. ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς ἤδη πόλεμος αὐτοῖς, δοκοῦσί τε ἄν μοι μὴ φθασθέντες ὑπὸ τῆς ἁλώσεως διʼ ὑπερβολὴν ὠμότητος γεύσασθαι καὶ τῶν νεκρῶν. Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν ἐξελεῖν δίχα χωμάτων τὴν ἄνω πόλιν περίκρημνον οὖσαν, διανέμει τοῖς ἔργοις τὴν δύναμιν Λώου μηνὸς εἰκάδι. χαλεπὴ δὲ ἦν τῆς ὕλης ἡ κομιδὴ πάντων, ὡς ἔφην, τῶν περὶ τὴν πόλιν ἐφʼ ἑκατὸν σταδίους ἐψιλωμένων εἰς τὰ πρότερον χώματα. τῶν μὲν οὖν τεσσάρων ταγμάτων ἠγείρετο τὰ ἔργα κατὰ τὸ πρὸς δύσιν κλίμα τῆς πόλεως ἀντικρὺ τῆς βασιλικῆς αὐλῆς,