Ancient Greek · ~7 min
390 to 398
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 390-398
Not analysed yet
καὶ μὴν οὐδʼ ὅπερ ἄν τις ᾠήθη τῇ πράξει προσιόντες ἠμβλύνθησαν, ἀλλʼ ἀτενῆ τὴν γνώμην διεφύλαξαν οἵαν ἔσχον τῶν λόγων ἀκροώμενοι, τοῦ μὲν οἰκείου καὶ φιλοστόργου πάθους ἅπασι παραμένοντος, τοῦ λογισμοῦ δὲ ὡς τὰ κράτιστα βεβουλευκότος τοῖς φιλτάτοις ἐπικρατοῦντος. ὁμοῦ γὰρ ἠσπάζοντο γυναῖκας περιπτυσσόμενοι καὶ τέκνα προσηγκαλίζοντο τοῖς ὑστάτοις φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες. καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν καὶ τέκνα κτεῖναι κακῶν ἔδοξεν εἶναι τὸ κουφότατον. οὔτε δὴ τοίνυν τὴν ἐπὶ τοῖς πεπραγμένοις ὀδύνην ἔτι φέροντες καὶ τοὺς ἀνῃρημένους νομίζοντες ἀδικεῖν εἰ καὶ βραχὺν αὐτοῖς ἔτι χρόνον ἐπιζήσουσι, ταχὺ μὲν τὴν κτῆσιν ἅπασαν εἰς ταὐτὸ σωρεύσαντες πῦρ εἰς αὐτὴν ἐνέβαλον, κλήρῳ δʼ ἐξ αὑτῶν ἑλόμενοι δέκα τοὺς ἁπάντων σφαγεῖς ἐσομένους, καὶ γυναικί τις αὑτὸν καὶ παισὶ κειμένοις παραστρώσας καὶ τὰς χεῖρας περιβαλών, παρεῖχον ἑτοίμους τὰς σφαγὰς τοῖς τὴν δύστηνον ὑπουργίαν ἐκτελοῦσιν. οἱ δʼ ἀτρέπτως πάντας φονεύσαντες τὸν αὐτὸν ἐπʼ ἀλλήλοις τοῦ κλήρου νόμον ὥρισαν, ἵνʼ ὁ λαχὼν τοὺς ἐννέα κτείνας ἑαυτὸν ἐπὶ πᾶσιν ἀνέλῃ· πάντες οὕτως αὑτοῖς ἐθάρρουν μήτʼ εἰς τὸ δρᾶν μήτʼ εἰς τὸ παθεῖν ἄλλος ἄλλου διαφέρειν. καὶ τέλος οἱ μὲν τὰς σφαγὰς ὑπέθεσαν, ὁ δʼ εἷς καὶ τελευταῖος τὸ πλῆθος τῶν κειμένων περιαθρήσας, μή πού τις ἔτʼ ἐν πολλῷ φόνῳ τῆς αὐτοῦ λείπεται χειρὸς δεόμενος, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν πολὺ τοῖς βασιλείοις ἐνίησιν, ἀθρόᾳ δὲ τῇ χειρὶ διʼ αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν Ῥωμαίοις καταλιπεῖν,