Ancient Greek · ~7 min
394 to 401
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 394-401
Not analysed yet
πῶς δὲ ἐπικαλέσεσθε τὸ θεῖον πρὸς τὴν ἄμυναν οἱ παραβάντες ἑκουσίως τὴν εἰς αὐτὸ θεραπείαν; ἐπαναιροῦνται δὲ ἕκαστοι πόλεμον ἢ θείᾳ πεποιθότες ἢ ἀνθρωπίνῃ βοηθείᾳ· ὅταν δὲ τὴν παρʼ ἀμφοῖν τὸ εἰκὸς ἀποκόπτῃ, φανερὰν ἅλωσιν οἱ πολεμοῦντες αἱροῦνται. τί δὴ κωλύει ταῖς ἑαυτῶν χερσὶν διαχρήσασθαι τέκνα καὶ γυναῖκας καὶ τὴν περικαλλεστάτην πατρίδα ταύτην καταφλέξαι; μανέντες γὰρ οὕτως τό γε τῆς ἥττης ὄνειδος κερδήσετε. καλόν, ὦ φίλοι, καλόν, ἕως ἔτι ἐν ὅρμῳ τὸ σκάφος προσκέπτεσθαι τὸν μέλλοντα χειμῶνα μηδʼ εἰς μέσας τὰς θυέλλας ἀπολουμένους ἀναχθῆναι· τοῖς μὲν γὰρ ἐξ ἀδήλων ἐπιπεσοῦσιν δεινοῖς τὸ γοῦν ἐλεεῖσθαι περίεστιν, ὁ δʼ εἰς πρόδηλον ἀπώλειαν ὁρμήσας καὶ προσονειδίζεται. πλὴν εἰ μή τις ὑπολαμβάνει κατὰ συνθήκας πολεμήσειν καὶ Ῥωμαίους κρατήσαντας ὑμῶν μετριάσειν, ἀλλʼ οὐκ εἰς ὑπόδειγμα τῶν ἄλλων ἐθνῶν καταφλέξειν μὲν τὴν ἱερὰν πόλιν, ἀναιρήσειν δὲ πᾶν ὑμῶν τὸ φῦλον· οὐδὲ γὰρ περιλειφθέντες φυγῆς εὑρήσετε τόπον ἁπάντων ἐχόντων Ῥωμαίους δεσπότας ἢ δεδοικότων σχεῖν. ὁ δὲ κίνδυνος οὐ τῶν ἐνθάδε μόνον, ἀλλὰ καὶ τῶν κατὰ τὰς ἄλλας κατοικούντων πόλεις· οὐ γὰρ ἔστιν ἐπὶ τῆς οἰκουμένης δῆμος ὁ μὴ μοῖραν ἡμετέραν ἔχων. οὓς ἅπαντας πολεμησάντων ὑμῶν κατασφάξουσιν οἱ διάφοροι, καὶ διʼ ὀλίγων ἀνδρῶν κακοβουλίαν πᾶσα πλησθήσεται πόλις Ἰουδαϊκοῦ φόνου. καὶ συγγνώμη μὲν τοῖς τοῦτο πράξασιν· ἂν δὲ μὴ πραχθῇ, λογίσασθε, πῶς πρὸς οὕτω φιλανθρώπους ὅπλα κινεῖν ἀνόσιον. εἰσελθέτω δʼ οἶκτος ὑμᾶς εἰ καὶ μὴ τέκνων καὶ γυναικῶν, ἀλλὰ τῆς γε μητροπόλεως ταύτης καὶ τῶν ἱερῶν περιβόλων. φείσασθε τοῦ ἱεροῦ καὶ τὸν ναὸν ἑαυτοῖς μετὰ τῶν ἁγίων τηρήσατε· ἀφέξονται γὰρ οὐκέτι Ῥωμαῖοι τούτων κρατήσαντες, ὧν φεισάμενοι πρότερον ἠχαρίστηνται. μαρτύρομαι δὲ ἐγὼ μὲν ὑμῶν τὰ ἅγια καὶ τοὺς ἱεροὺς ἀγγέλους τοῦ θεοῦ καὶ πατρίδα τὴν κοινήν, ὡς οὐδὲν τῶν σωτηρίων ὑμῖν καθυφηκάμην, ὑμεῖς δὲ βουλευσάμενοι μὲν τὰ δέοντα κοινὴν σὺν ἐμοὶ τὴν εἰρήνην ἕξετε, προαχθέντες δὲ τοῖς θυμοῖς χωρὶς ἐμοῦ κινδυνεύσετε.