Ancient Greek · ~2 min
404 to 406
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 404-406
Not analysed yet
Ἐπὶ τούτοις δωρησαμένου τοῦ Καίσαρος αὐτὸν ἑτέρας προσθέσει χώρας, ὁ δὲ κἀνταῦθα ναὸν αὐτῷ λευκῆς μαρμάρου καθιδρύσατο παρὰ τὰς Ἰορδάνου πηγάς· καλεῖται δὲ Πάνειον ὁ τόπος· ἔνθα κορυφὴ μέν τις ὄρους εἰς ἄπειρον ὕψος ἀνατείνεται, παρὰ δὲ τὴν ὑπόρειον λαγόνα συνηρεφὲς ἄντρον ὑπανοίγει, διʼ οὗ βαραθρώδης κρημνὸς εἰς ἀμέτρητον ἀπορρῶγα βαθύνεται πλήθει τε ὕδατος ἀσαλεύτου καὶ τοῖς καθιμῶσίν τι πρὸς ἔρευναν γῆς οὐδὲν μῆκος ἐξαρκεῖ. τοῦ δὲ ἄντρου κατὰ τὰς ἔξωθεν ῥίζας ἀνατέλλουσιν αἱ πηγαί· καὶ γένεσις μέν, ὡς ἔνιοι δοκοῦσιν, ἔνθεν Ἰορδάνου, τὸ δʼ ἀκριβὲς ἐν τοῖς ἑξῆς δηλώσομεν.