Ancient Greek · ~7 min
408 to 418
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 408-3-418
Not analysed yet
πόλει τοσαύταις χρησαμένῃ συμφοραῖς κατὰ τὴν πολιορκίαν, ὅσοις ἀπὸ κτίσεως ἀγαθοῖς κεχρημένη πάντως ἂν ἐπίφθονος ἔδοξεν, οὐ μὴν ἀξίᾳ κατʼ ἄλλο τι τῶν τηλικούτων ἀτυχημάτων ἢ τὸ γενεὰν τοιαύτην ἐνεγκεῖν, ὑφʼ ἧς ἀνετράπη. Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον. κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν, σὺν θεῷ γε ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων ἢ μηχαναὶ τί πρὸς τούτους τοὺς πύργους δύνανται; τότε μὲν οὖν πολλὰ τοιαῦτα διελέχθη πρὸς τοὺς φίλους, τοὺς δὲ τῶν τυράννων δεσμώτας, ὅσοι κατελήφθησαν ἐν τοῖς φρουρίοις, ἀνῆκεν. αὖθις δὲ τὴν ἄλλην ἀφανίζων πόλιν καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Ἐπεὶ δʼ οἱ στρατιῶται μὲν ἔκαμνον ἤδη φονεύοντες, πολὺ δέ τι πλῆθος τῶν περιόντων ἀνεφαίνετο, κελεύει Καῖσαρ μόνους μὲν τοὺς ἐνόπλους καὶ χεῖρας ἀντίσχοντας κτείνειν, τὸ δὲ λοιπὸν πλῆθος ζωγρεῖν. οἱ δὲ μετὰ τῶν παρηγγελμένων τό τε γηραιὸν καὶ τοὺς ἀσθενεῖς ἀνῄρουν, τὸ δʼ ἀκμάζον καὶ χρήσιμον εἰς τὸ ἱερὸν συνελάσαντες ἐγκατέκλεισαν τῷ τῶν γυναικῶν περιτειχίσματι. καὶ φρουρὸν μὲν ἐπέστησε Καῖσαρ ἕνα τῶν ἀπελευθέρων, Φρόντωνα δὲ τῶν φίλων ἐπικρινοῦντα τὴν ἀξίαν ἑκάστῳ τύχην. ὁ δὲ τοὺς μὲν στασιώδεις καὶ λῃστρικοὺς πάντας ὑπʼ ἀλλήλων ἐνδεικνυμένους ἀπέκτεινε, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ καλοὺς ἐπιλέξας ἐτήρει τῷ θριάμβῳ. τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δήσας ἔπεμψεν εἰς τὰ κατʼ Αἴγυπτον ἔργα, πλείστους δʼ εἰς τὰς ἐπαρχίας διεδωρήσατο Τίτος φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις· οἱ δʼ ἐντὸς ἑπτακαίδεκα ἐτῶν ἐπράθησαν.