Ancient Greek
411 to 422
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 411-422
Not analysed yet
ἐπεὶ δὲ αὐτοῖς τῶν οὐκ ἀφανῶν τινες Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἀπέσφαξαν, τοῖς δʼ ἄλλοις ἐνέκειντο πρὸς τὴν ἀπόστασιν παρακαλοῦντες. ὁρῶντες δʼ αὐτῶν τὴν ἀπόνοιαν οἱ πρωτεύοντες τῆς γερουσίας οὐκέτʼ ἀσφαλὲς αὐτοῖς ἐνόμιζον περιορᾶν, ἀλλὰ πάντας ἀθροίσαντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἤλεγχον τὴν ἀπόνοιαν τῶν σικαρίων πάντων αἰτίους ἀποφαίνοντες ἐκείνους τῶν κακῶν· καὶ νῦν ἔφασαν αὐτούς, ἐπείπερ οὐδὲ πεφευγότες τῆς σωτηρίας ἐλπίδα βεβαίαν ἔχουσιν, γνωσθέντας γὰρ ὑπὸ Ῥωμαίων εὐθὺς ἀπολεῖσθαι, τῆς αὐτοῖς προσηκούσης συμφορᾶς ἀναπιμπλάναι τοὺς μηδενὸς τῶν ἁμαρτημάτων μετασχόντας. φυλάξασθαι τοίνυν τὸν ἐξ αὐτῶν ὄλεθρον τὸ πλῆθος παρεκάλουν καὶ περὶ αὑτῶν πρὸς Ῥωμαίους ἀπολογήσασθαι τῇ τούτων παραδόσει. συνιδόντες τοῦ κινδύνου τὸ μέγεθος ἐπείσθησαν τοῖς λεγομένοις, καὶ μετὰ πολλῆς ὁρμῆς ἐπὶ τοὺς σικαρίους ᾄξαντες συνήρπαζον αὐτούς. τῶν δʼ ἑξακόσιοι μὲν εὐθὺς ἑάλωσαν, ὅσοι δʼ εἰς τὴν Αἴγυπτον καὶ τὰς ἐκεῖ Θήβας διέφυγον, οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. ἐφʼ ὧν οὐκ ἔστιν ὃς οὐ τὴν καρτερίαν καὶ τὴν εἴτε ἀπόνοιαν εἴτε τῆς γνώμης ἰσχὺν χρὴ λέγειν οὐ κατεπλάγη· πάσης γὰρ ἐπʼ αὐτοὺς βασάνου καὶ λύμης τῶν σωμάτων ἐπινοηθείσης ἐφʼ ἓν τοῦτο μόνον, ὅπως αὐτῶν Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν οὐδὲ ἐμέλλησεν εἰπεῖν, ἀλλὰ πάντες ὑπερτέραν τῆς ἀνάγκης τὴν αὐτῶν γνώμην διεφύλαξαν, ὥσπερ ἀναισθήτοις σώμασι χαιρούσῃ μόνον οὐχὶ τῇ ψυχῇ τὰς βασάνους καὶ τὸ πῦρ δεχόμενοι. μάλιστα δʼ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. τοσοῦτον ἄρα τῆς τῶν σωμάτων ἀσθενείας ἡ τῆς τόλμης ἰσχὺς ἐπεκράτει. Λοῦπος τότε διῴκει τὴν Ἀλεξάνδρειαν καὶ περὶ τοῦ κινήματος τούτου Καίσαρι κατὰ τάχος ἐπέστειλεν. ὁ δὲ τῶν Ἰουδαίων τὴν ἀκατάπαυστον ὑφορώμενος νεωτεροποιίαν καὶ δείσας, μὴ πάλιν εἰς ἓν ἀθρόοι συλλεγῶσι καί τινας αὑτοῖς συνεπισπάσωνται, προσέταξε τῷ Λούππῳ τὸν ἐν τῇ Ὀνίου καλουμένῃ νεὼν καθελεῖν τῶν Ἰουδαίων. ὁ δʼ ἐστὶν ἐν Αἰγύπτῳ καὶ διὰ τοιαύτην αἰτίαν ᾠκίσθη τε καὶ τὴν ἐπίκλησιν ἔλαβεν·