Ancient Greek · ~7 min
414 to 425
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 414-2-425
Not analysed yet
Ἐν δὲ τούτῳ συναθροισθέντες οἵ τε κατὰ στάσιν ἐκπίπτοντες τῶν πόλεων καὶ οἱ διαφυγόντες ἐκ τῶν κατεστραμμένων, πλῆθος οὐκ ὀλίγον, ἀνακτίζουσιν Ἰόππην ὁρμητήριον σφίσιν, ἐρημωθεῖσαν ὑπὸ Κεστίου πρότερον, καὶ τῆς χώρας ἐκπεπολεμωμένης ἀνειργόμενοι μεταβαίνειν ἔγνωσαν εἰς τὴν θάλασσαν. πηξάμενοί τε πειρατικὰ σκάφη πλεῖστα τόν τε Συρίας καὶ Φοινίκης καὶ τὸν ἐπʼ Αἰγύπτου πόρον ἐλῄστευον, ἄπλωτά τε πᾶσιν ἐποίουν τὰ τῇδε πελάγη. Οὐεσπασιανὸς δὲ ὡς ἔγνω τὴν σύνταξιν αὐτῶν, πέμπει πεζούς τε καὶ ἱππεῖς ἐπὶ τὴν Ἰόππην, οἳ νύκτωρ ὡς ἀφύλακτον εἰσέρχονται τὴν πόλιν. οἱ δʼ ἐν αὐτῇ προῄσθοντο μὲν τὴν εἰσβολὴν καὶ καταδείσαντες τοῦ μὲν εἴργειν τοὺς Ῥωμαίους ἀπετρέποντο, συμφυγόντες δὲ εἰς τὰς ναῦς ἐξωτέρω βέλους διενυκτέρευσαν. Ἀλιμένου δʼ οὔσης φύσει τῆς Ἰόππης, αἰγιαλῷ γὰρ ἐπιλήγει τραχεῖ καὶ τὸ μὲν ἄλλο πᾶν ὀρθίῳ, βραχὺ δὲ συννεύοντι κατὰ τὰς κεραίας ἑκατέρωθεν· αἱ δέ εἰσιν κρημνοὶ βαθεῖς καὶ προύχουσαι σπιλάδες εἰς τὸ πέλαγος, ἔνθα καὶ τῶν Ἀνδρομέδας δεσμῶν ἔτι δεικνύμενοι τύποι πιστοῦνται τὴν ἀρχαιότητα τοῦ μύθου, τύπτων δὲ τὸν αἰγιαλὸν ἐναντίος βορέας καὶ πρὸς ταῖς δεχομέναις πέτραις ὑψηλὸν ἀναπέμπων τὸ κῦμα σφαλερώτερον ἐρημίας τὸν ὅρμον ἀπεργάζεται· κατὰ τοῦτον σαλεύουσιν τοῖς ἀπὸ τῆς Ἰόππης ὑπὸ τὴν ἕω πνεῦμα βίαιον ἐπιπίπτει· μελαμβόριον ὑπὸ τῶν ταύτῃ πλοϊζομένων καλεῖται· καὶ τὰς μὲν ἀλλήλαις τῶν νεῶν αὐτόθι συνήραξεν, τὰς δὲ πρὸς ταῖς πέτραις, πολλὰς δὲ πρὸς ἀντίον κῦμα βιαζομένας εἰς τὸ πέλαγος, τόν τε γὰρ αἰγιαλὸν ὄντα πετρώδη καὶ τοὺς ἐπʼ αὐτοῦ πολεμίους ἐδεδοίκεσαν, μετέωρος ὑπεραρθεὶς ὁ κλύδων ἐβάπτιζεν. ἦν δʼ οὔτε φυγῆς τόπος οὔτε μένουσιν σωτηρία, βίᾳ μὲν ἀνέμου τῆς θαλάσσης ἐξωθουμένοις, Ῥωμαίων δὲ τῆς πόλεως. καὶ πολλὴ μὲν οἰμωγὴ συρρηγνυμένων ἐγίνετο τῶν σκαφῶν, πολὺς δʼ ἀγνυμένων ὁ ψόφος. καὶ τοῦ πλήθους οἱ μὲν ὑπὸ τῶν κυμάτων καλυπτόμενοι διεφθείροντο, πολλοὶ δὲ τοῖς ναυαγίοις ἐμπλεκόμενοι· τινὲς δὲ ὡς κουφοτέρῳ τὴν θάλατταν ἔφθανον τῷ σιδήρῳ σφᾶς αὐτοὺς ἀναιροῦντες.