Ancient Greek · ~1 min
423 to 424
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 423-424
Not analysed yet
πολλαὶ δὲ πόλεις ὥσπερ κοινωνοὶ τῆς βασιλείας καὶ χώραν ἔλαβον παρʼ αὐτοῦ· γυμνασιαρχίαις δʼ ἄλλας ἐπετησίοις τε καὶ διηνεκέσιν ἐδωρήσατο προσόδους κατατάξας, ὥσπερ Κῴοις, ἵνα μηδέποτε ἐκλείπῃ τὸ γέρας. σῖτόν γε μὴν πᾶσιν ἐχορήγησεν τοῖς δεομένοις, καὶ τῇ Ῥόδῳ χρήματα μὲν εἰς ναυτικοῦ κατασκευὴν παρέσχεν πολλαχοῦ καὶ πολλάκις, ἐμπρησθὲν δὲ τὸ Πύθιον ἰδίοις ἀναλώμασιν ἄμεινον ἀνεδείματο.