Ancient Greek · ~7 min
433 to 441
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 433-2-441
Not analysed yet
Κἀν τούτῳ Μανάημός τις, υἱὸς Ἰούδα τοῦ καλουμένου Γαλιλαίου, σοφιστὴς δεινότατος, ὁ καὶ ἐπὶ Κυρινίου ποτὲ Ἰουδαίους ὀνειδίσας ὅτι Ῥωμαίοις ὑπετάσσοντο μετὰ τὸν θεόν, ἀναλαβὼν τοὺς γνωρίμους ἀνεχώρησεν εἰς Μασάδαν, ἔνθα τὴν Ἡρώδου τοῦ βασιλέως ὁπλοθήκην ἀναρρήξας καὶ πρὸς τοῖς δημόταις ἑτέρους λῃστὰς καθοπλίσας τούτοις τε χρώμενος δορυφόροις, οἷα δὴ βασιλεὺς ἐπάνεισιν εἰς Ἱεροσόλυμα καὶ γενόμενος ἡγεμὼν τῆς στάσεως διέτασσεν τὴν πολιορκίαν. ἀπορία δʼ ἦν ὀργάνων, καὶ φανερῶς ὑπορύττειν τὸ τεῖχος οὐχ οἷόν τε ἦν ἄνωθεν βαλλομένους· ὑπόνομον δὴ πόρρωθεν ἐφʼ ἕνα τῶν πύργων ὑπορύξαντες ἀνεκρήμνισαν αὐτόν, ἔπειτα τὴν ἀνέχουσαν ὕλην ἐμπρήσαντες ἐξῆλθον. ὑποκαέντων δὲ τῶν στηριγμάτων ὁ μὲν πύργος ἐξαίφνης κατασείεται, τεῖχος δʼ ἕτερον ἔνδοθεν ἀνῳκοδομημένον διεφάνη· τὴν γὰρ ἐπιβουλὴν αὐτῶν προαισθόμενοι, τάχα καὶ τοῦ πύργου κινηθέντος ὡς ὑπωρύττετο, δεύτερον ἑαυτοῖς ἔρυμα κατεσκεύασαν. πρὸς ὃ τῶν ἀδοκήτως ἰδόντων καὶ κρατεῖν ἤδη πεπεισμένων κατάπληξις ἦν. οἱ δὲ ἔνδοθεν πρός τε τὸν Μανάημον καὶ τοὺς ἐξάρχοντας τῆς στάσεως ἔπεμπον ἀξιοῦντες ἐξελθεῖν ὑπόσπονδοι, καὶ δοθὲν μόνοις τοῖς βασιλικοῖς καὶ τοῖς ἐπιχωρίοις οἱ μὲν ἐξῄεσαν. ἀθυμία δὲ τοὺς Ῥωμαίους καταλειφθέντας μόνους ὑπέλαβεν· οὔτε γὰρ βιάσασθαι τοσοῦτον πλῆθος ἐδύναντο καὶ τὸ δεξιὰς αἰτεῖν ὄνειδος ὑπελάμβανον, πρὸς τῷ μηδὲ πιστεύειν εἰ διδοῖτο. καταλιπόντες δὴ τὸ στρατόπεδον ὡς εὐάλωτον ἐπὶ τοὺς βασιλικοὺς ἀνέφυγον πύργους, τόν τε Ἱππικὸν καλούμενον καὶ Φασάηλον καὶ Μαριάμμην. οἱ δὲ περὶ τὸν Μανάημον εἰσπεσόντες ὅθεν οἱ στρατιῶται διέφυγον ὅσους τε αὐτῶν κατελάμβανον μὴ φθάσαντας ἐκδραμεῖν διέφθειραν, καὶ τὰς ἀποσκευὰς διαρπάσαντες ἐνέπρησαν τὸ στρατόπεδον. ταῦτα μὲν οὖν ἕκτῃ Γορπιαίου μηνὸς ἐπράχθη. Κατὰ δὲ τὴν ἐπιοῦσαν ὅ τε ἀρχιερεὺς Ἀνανίας περὶ τὸν τῆς βασιλικῆς αὐλῆς εὔριπον διαλανθάνων ἁλίσκεται καὶ πρὸς τῶν λῃστῶν ἀναιρεῖται σὺν Ἐζεκίᾳ τῷ ἀδελφῷ, καὶ τοὺς πύργους περισχόντες οἱ στασιασταὶ παρεφύλαττον, μή τις τῶν στρατιωτῶν διαφύγοι.