Ancient Greek · ~7 min
434 to 445
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 434-2-445
Not analysed yet
Λούππου δὲ μετὰ βραχὺ τελευτήσαντος Παυλῖνος διαδεξάμενος τὴν ἡγεμονίαν οὔτε τῶν ἀναθημάτων οὐδὲν κατέλιπε, πολλὰ γὰρ διηπείλησε τοῖς ἱερεῦσιν εἰ μὴ πάντα προκομίσειαν, οὔτε προσιέναι τῷ τεμένει τοὺς θρησκεύειν βουλομένους ἐφῆκεν, ἀλλʼ ἀποκλείσας τὰς πύλας ἀπρόσιτον αὐτὸ παντελῶς ἐποίησεν, ὡς μηδʼ ἴχνος ἔτι τῆς εἰς τὸν θεὸν θεραπείας ἐν τῷ τόπῳ καταλιπεῖν. χρόνος ἦν εἰς τὴν ἀπόκλεισιν τοῦ ναοῦ γεγονὼς ἀπὸ τῆς κατασκευῆς ἔτη τρία καὶ τεσσαράκοντα καὶ τριακόσια. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια καθάπερ νόσος. διαπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης, πονηρότατος ἄνθρωπος καὶ τὴν τέχνην ὑφάντης, οὐκ ὀλίγους τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ καὶ προήγαγεν εἰς τὴν ἔρημον σημεῖα καὶ φάσματα δείξειν ὑπισχνούμενος. καὶ τοὺς μὲν ἄλλους ἐλάνθανε ταῦτα διαπραττόμενος καὶ φενακίζων, οἱ δὲ τοῖς ἀξιώμασι προύχοντες τῶν ἐπὶ τῆς Κυρήνης Ἰουδαίων τὴν ἔξοδον αὐτοῦ καὶ παρασκευὴν τῷ τῆς πενταπόλεως Λιβύης ἡγεμόνι Κατύλλῳ προσαγγέλλουσιν. ὁ δʼ ἱππέας τε καὶ πεζοὺς ἀποστείλας ῥᾳδίως ἐκράτησεν ἀνόπλων, καὶ τὸ μὲν πλέον ἐν χερσὶν ἀπώλετο, τινὲς δὲ καὶ ζωγρηθέντες ἀνήχθησαν πρὸς τὸν Κάτυλλον. ὁ δʼ ἡγεμὼν τοῦ βουλεύματος Ἰωνάθης τότε μὲν διέφυγε, πολλῆς δὲ καὶ λίαν ἐπιμελοῦς ἀνὰ πᾶσαν τὴν χώραν ζητήσεως γενομένης ἥλω, καὶ πρὸς τὸν ἡγεμόνα ἀναχθεὶς αὑτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἀπαλλαγήν, τῷ Κατύλλῳ δʼ ἔδωκεν ἀφορμὴν ἀδικημάτων. ὁ μὲν γὰρ τοὺς πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε καταψευδόμενος διδασκάλους αὐτῷ τοῦ βουλεύματος γεγονέναι, προθύμως δὲ τὰς διαβολὰς ἐκεῖνος ἐξεδέχετο καὶ τῷ πράγματι πολὺν ὄγκον περιετίθει μεγάλα προστραγῳδῶν, ἵνα δόξειε καὐτὸς Ἰουδαϊκόν τινα πόλεμον κατωρθωκέναι. τὸ δὲ δὴ τούτου χαλεπώτερον, πρὸς γὰρ τῷ πιστεύειν ῥᾳδίως ἔτι καὶ διδάσκαλος ἦν τῶν σικαρίων τῆς ψευδολογίας· κελεύσας γοῦν αὐτὸν ὀνομάσαι τινὰ τῶν Ἰουδαίων Ἀλέξανδρον, ᾧ πάλαι προσκεκρουκὼς φανερὸν ἐξενηνόχει τὸ μῖσος, τήν τε γυναῖκα τὴν ἐκείνου [Βερενίκην ταῖς αἰτίαις] συνεμπλέξας, τούτους μὲν πρῶτον ἀνεῖλεν, ἐπὶ δʼ αὐτοῖς ἅπαντας τοὺς εὐπορίᾳ χρημάτων διαφέροντας ὁμοῦ τι χιλίους ἐφόνευσεν ἄνδρας·