Ancient Greek · ~3 min
466 to 469
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 466-469
Not analysed yet
ταῦτʼ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους τοῖς εἰρημένοις, ὅσοι δʼ ἐπεθύμουν μεταβολῆς, μηδʼ ἀκηκοέναι προσποιουμένους. Συναπῄει δὲ τοῖς ἀδελφοῖς ἡ στάσις, καὶ χείρους τὰς ἐπʼ ἀλλήλοις ὑπονοίας ἔχοντες ἀπηλλάγησαν, Ἀλέξανδρος μὲν καὶ Ἀριστόβουλος ὀδυνώμενοι κεκυρωμένου Ἀντιπάτρῳ τοῦ πρεσβείου, Ἀντίπατρος δὲ καὶ τοῦ δευτερεύειν νεμεσῶν τοῖς ἀδελφοῖς. ἀλλʼ ὁ μὲν ποικιλώτατος ὢν τὸ ἦθος ἐχεμυθεῖν τε ᾔδει καὶ πολλῷ τῷ πανούργῳ τὸ πρὸς αὐτοὺς ἐκάλυπτε μῖσος, τοῖς δὲ διʼ εὐγένειαν πᾶν τὸ νοηθὲν ἦν ἐπὶ γλώσσης· καὶ παροξύνοντες μὲν ἐνέκειντο πολλοί, πλείους δὲ τῶν φίλων παρεδύοντο κατάσκοποι. πᾶν δὲ τὸ παρʼ Ἀλεξάνδρῳ λαληθὲν εὐθέως ἦν παρʼ Ἀντιπάτρῳ, καὶ μετὰ προσθήκης μετέβαινεν ἀπὸ Ἀντιπάτρου πρὸς Ἡρώδην· οὔτε γὰρ ἁπλῶς φθεγξάμενος ὁ νεανίας ἀνυπεύθυνος ἦν, ἀλλὰ εἰς διαβολὴν τὸ ῥηθὲν ἐστρέφετο, καὶ μετρίως παρρησιασαμένου μέγιστα τοῖς ἐλαχίστοις προσεπλάττετο.