Ancient Greek · ~3 min
471 to 474
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 471-2-474
Not analysed yet
Ὁ δʼ ὑπέρογκον εὑρὼν τὴν τῶν πολεμίων πληθὺν πρὸς μὲν τὸν πατέρα πέμπει πλείονος δυνάμεως αὐτῷ δεῖν λέγων. αὐτὸς δὲ τοὺς μὲν πλείους τῶν ἱππέων ὡρμημένους ὁρῶν καὶ πρὶν ἀφικέσθαι βοήθειαν, ἔστιν δʼ οὓς ἡσυχῆ πρὸς τὸ πλῆθος τῶν Ἰουδαίων καταπεπληγότας, ἐν ἐπηκόῳ στὰς ἔλεξεν ὧδε· ἄνδρες, ἔφη, Ῥωμαῖοι, καλὸν γὰρ ἐν ἀρχῇ τῶν λόγων ὑπομνῆσαι τοῦ γένους ὑμᾶς, ἵνʼ εἰδῆτε, τίνες ὄντες πρὸς τίνας μάχεσθαι μέλλομεν. τὰς μέν γε ἡμετέρας χεῖρας οὐδὲν εἰς τοῦτο τῶν ἐπὶ τῆς οἰκουμένης διαπέφευγεν, Ἰουδαῖοι δέ, ἵνʼ εἴπωμεν καὶ ὑπὲρ αὐτῶν, μέχρι νῦν οὐ κοπιῶσιν ἡττώμενοι. καὶ δεινὸν ἐκείνων ἑστώτων ἐν ταῖς κακοπραγίαις ἡμᾶς τοῖς εὐτυχήμασιν ἐγκάμνειν. προθυμίας μὲν εἰς τὸ φανερὸν ὑμᾶς εὖ ἔχοντας χαίρω βλέπων, δέδοικα δὲ μή τινι τῶν πολεμίων τὸ πλῆθος κατάπληξιν λεληθυῖαν ἐνεργάσηται.