Ancient Greek · ~7 min
488 to 498
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 488-2-498
Not analysed yet
Ἰουδαίων δὲ οὐ τοσοῦτον ἔτι κατʼ ἀλκὴν ὅσον ἀπογνώσει σωτηρίας παραμενόντων καὶ Ῥωμαίους ἐτόνωσεν αἰδὼς δόξης τε καὶ τῶν ὅπλων καὶ προκινδυνεύοντος Καίσαρος· ὥστε μοι δοκοῦσι τὰ τελευταῖα διʼ ὑπερβολὴν θυμῶν κἂν ἁρπάσαι τὸ τῶν Ἰουδαίων πλῆθος, εἰ μὴ τὴν ῥοπὴν τῆς παρατάξεως φθάσαντες ἀνεχώρησαν εἰς τὴν πόλιν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἦσαν ἐν ἀθυμίαις τὸν μακρὸν κάματον ἐπὶ μιᾶς ὥρας ἀπολέσαντες· καὶ πολλοὶ μὲν ταῖς συνήθεσι μηχαναῖς ἀπήλπιζον ἁλώσεσθαι τὴν πόλιν. Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο, καὶ τοῖς μὲν θερμοτέροις πᾶσαν ἐδόκει προσφέρειν τὴν δύναμιν ἀποπειρᾶσθαί τε τοῦ τείχους βίᾳ· μέχρι μὲν γὰρ νῦν κατὰ σπάσμα Ἰουδαίοις συμπεπλέχθαι, προσιόντων δʼ ἀθρόων οὐδὲ τὴν ἔφοδον οἴσειν· καταχωσθήσεσθαι γὰρ ὑπὸ τῶν βελῶν. τῶν δʼ ἀσφαλεστέρων οἱ μὲν καὶ τὰ χώματα ποιεῖν πάλιν, οἱ δὲ καὶ δίχα τούτων προσκαθέζεσθαι μόνον παραφυλάττοντας τάς τε ἐξόδους αὐτῶν καὶ τὰς εἰσκομιδὰς τῶν ἐπιτηδείων παρῄνουν καὶ τῷ λιμῷ καταλείπειν τὴν πόλιν, μηδὲ συμπλέκεσθαι κατὰ χεῖρα τοῖς πολεμίοις· ἄμαχον γὰρ εἶναι τὴν ἀπόγνωσιν οἷς εὐχὴ μὲν τὸ σιδήρῳ πεσεῖν, ἀπόκειται δὲ καὶ δίχα τούτου πάθος χαλεπώτερον. αὐτῷ δὲ τὸ μὲν ἀργεῖν καθόλου μετὰ τοσαύτης δυνάμεως οὐκ ἐδόκει πρέπειν καὶ τὸ μάχεσθαι περιττὸν πρὸς ἀλλήλων φθαρησομένοις, βάλλεσθαι δὲ χώματα δύσεργον ἀπέφαινεν ὕλης ἀπορίᾳ καὶ τὸ παραφυλάττειν τὰς ἐξόδους δυσεργότερον· κυκλώσασθαί τε γὰρ τῇ στρατιᾷ τὴν πόλιν διὰ μέγεθος καὶ δυσχωρίαν οὐκ εὐμαρὲς εἶναι καὶ σφαλερὸν ἄλλως πρὸς τὰς ἐπιθέσεις. τῶν δὲ φανερῶν φυλαττομένων ἀφανεῖς ἐπινοεῖσθαι Ἰουδαίοις ὁδοὺς κατά τε ἀνάγκην καὶ διʼ ἐμπειρίαν· εἰ δέ τι λάθρα παρεισκομισθήσοιτο, τριβὴν ἔσεσθαι πλείονα τῇ πολιορκίᾳ. δεδιέναι τε μὴ τὴν δόξαν τοῦ κατορθώματος αὐτῷ τὸ μῆκος ἐλαττώσῃ τοῦ χρόνου· τούτῳ μὲν γὰρ εἶναι πᾶν ἀνύσιμον, πρὸς δὲ τῆς εὐκλείας τὸ τάχος.