Ancient Greek · ~7 min
494 to 501
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 494-2-501
Not analysed yet
Κἀκεῖνος συνιδὼν ὡς χωρὶς μεγάλης συμφορᾶς οὐκ ἂν παύσαιντο νεωτερίζοντες, ἐπαφίησιν αὐτοῖς τὰ κατὰ τὴν πόλιν Ῥωμαίων δύο τάγματα καὶ σὺν αὐτοῖς δισχιλίους στρατιώτας κατὰ τύχην παρόντας εἰς τὸν Ἰουδαίων ὄλεθρον ἐκ Λιβύης· ἐπέτρεψεν δὲ οὐ μόνον ἀναιρεῖν, ἀλλὰ καὶ τὰς κτήσεις αὐτῶν διαρπάζειν καὶ τὰς οἰκίας καταφλέγειν. οἱ δʼ ὁρμήσαντες εἰς τὸ καλούμενον Δέλτα, συνῴκιστο γὰρ ἐκεῖ τὸ Ἰουδαϊκόν, ἐτέλουν τὰς ἐντολάς, οὐ μὴν ἀναιμωτί· συστραφέντες γὰρ οἱ Ἰουδαῖοι καὶ τοὺς ἄμεινον ὡπλισμένους ἑαυτῶν προταξάμενοι μέχρι πλείστου μὲν ἀντέσχον, ἅπαξ δʼ ἐγκλίναντες ἀνέδην διεφθείροντο. καὶ παντοῖος ἦν αὐτῶν ὄλεθρος, τῶν μὲν ἐν τῷ πεδίῳ καταλαμβανομένων, τῶν δʼ εἰς τὰς οἰκίας συνωθουμένων. ὑπεπίμπρασαν δὲ καὶ ταύτας οἱ Ῥωμαῖοι προδιαρπάζοντες τὰ ἔνδον, καὶ οὔτε νηπίων ἔλεος αὐτοὺς οὔτε αἰδὼς εἰσῄει γερόντων, ἀλλὰ διὰ πάσης ἡλικίας ἐχώρουν κτείνοντες, ὡς ἐπικλυσθῆναι μὲν αἵματι πάντα τὸν χῶρον, πέντε δὲ μυριάδες ἐσωρεύθησαν νεκρῶν, περιελείφθη δʼ ἂν οὐδὲ τὸ λοιπόν, εἰ μὴ πρὸς ἱκετηρίας ἐτράποντο. κατοικτείρας δʼ αὐτοὺς Ἀλέξανδρος ἀναχωρεῖν τοὺς Ῥωμαίους ἐκέλευσεν. οἱ μὲν οὖν ἐξ ἔθους τὸ πειθήνιον ἔχοντες ἅμα νεύματι τοῦ φονεύειν ἐπαύσαντο, τὸ δημοτικὸν δὲ τῶν Ἀλεξανδρέων διʼ ὑπερβολὴν μίσους δυσανάκλητον ἦν καὶ μόλις ἀπεσπᾶτο τῶν σωμάτων. Τοιοῦτον μὲν τὸ κατὰ τὴν Ἀλεξάνδρειαν πάθος συνηνέχθη· Κεστίῳ δὲ οὐκέτι ἠρεμεῖν ἐδόκει πανταχοῦ τῶν Ἰουδαίων ἐκπεπολεμωμένων. ἀναλαβὼν δὲ ἀπὸ τῆς Ἀντιοχείας τὸ μὲν δωδέκατον τάγμα πλῆρες, ἀπὸ δὲ τῶν λοιπῶν ἀνὰ δισχιλίους ἐπιλέκτους, πεζῶν τε ἓξ σπείρας καὶ τέσσαρας ἴλας ἱππέων, πρὸς αἷς τὰς παρὰ τῶν βασιλέων συμμαχίας, Ἀντιόχου μὲν δισχιλίους ἱππεῖς καὶ πεζοὺς τρισχιλίους τοξότας πάντας, Ἀγρίππα δὲ πεζοὺς μὲν τοὺς ἴσους ἱππεῖς δὲ δισχιλίων ἐλάττους, εἵπετο δὲ καὶ Σόαιμος μετὰ τετρακισχιλίων, ὧν ἦσαν ἱππεῖς ἡ τρίτη μοῖρα καὶ τὸ πλέον τοξόται, προῆλθεν εἰς Πτολεμαΐδα.