Ancient Greek · ~7 min
498 to 508
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 498-508
Not analysed yet
αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα, πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον, οὐκ ἐπεχείρει, πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς. διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτῳ καὶ Ἀγρίππας ὁ βασιλεὺς πρὸς Γάλβαν ἔπλει. καὶ διὰ τῆς Ἀχαΐας, χειμῶνος γὰρ ἦν ὥρα, μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας· ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων. ὁ μὲν οὖν Ἀγρίππας εἰς τὴν Ῥώμην ἀφικέσθαι διέγνω μηδὲν ὀρρωδήσας πρὸς τὴν μεταβολήν· Τίτος δὲ κατὰ δαιμόνιον ὁρμὴν ἀπὸ τῆς Ἑλλάδος εἰς τὴν Συρίαν ἀνέπλει καὶ κατὰ τάχος εἰς Καισάρειαν ἀφικνεῖται πρὸς τὸν πατέρα. καὶ οἱ μὲν μετέωροι περὶ τῶν ὅλων ὄντες ὡς ἂν σαλευομένης τῆς Ῥωμαίων ἡγεμονίας ὑπερεώρων τὴν ἐπὶ Ἰουδαίους στρατείαν, καὶ διὰ τὸν περὶ τῆς πατρίδος φόβον τὴν ἐπὶ τοὺς ἀλλοφύλους ὁρμὴν ἄωρον ἐνόμιζον. Ἐπανίσταται δὲ ἄλλος τοῖς Ἱεροσολύμοις πόλεμος. υἱὸς ἦν Γιώρα Σίμων τις, Γερασηνὸς τὸ γένος, νεανίας πανουργίᾳ μὲν ἡττώμενος Ἰωάννου τοῦ προκατέχοντος ἤδη τὴν πόλιν, ἀλκῇ δὲ σώματος καὶ τόλμῃ διαφέρων, διʼ ἣν καὶ ὑπὸ Ἀνάνου τοῦ ἀρχιερέως φυγαδευθεὶς ἐξ ἧς εἶχε τοπαρχίας Ἀκραβετηνῆς πρὸς τοὺς κατειληφότας τὴν Μασάδαν λῃστὰς παραγίνεται. τὸ μὲν οὖν πρῶτον ἦν αὐτοῖς διʼ ὑποψίας· εἰς τὸ κατωτέρω γοῦν φρούριον ἐπέτρεψαν αὐτῷ παρελθεῖν ἅμα ταῖς γυναιξίν, ἃς ἄγων ἧκεν, αὐτοὶ τὸ ὑψηλότερον οἰκοῦντες· αὖθις δὲ διὰ συγγένειαν ἠθῶν καὶ ὅτι πιστὸς ἐδόκει, συμπροενόμευε γοῦν αὐτοῖς ἐξιὼν καὶ συνεπόρθει τὰ περὶ τὴν Μασάδαν . οὐ μὴν ἐπὶ τὰ μείζω παρακαλῶν ἔπεισεν· οἱ μὲν γὰρ ἐν ἔθει ὄντες τῷ φρουρίῳ, καθάπερ φωλεοῦ χωρίζεσθαι μακρὰν ἐδεδοίκεσαν, ὁ δὲ τυραννιῶν καὶ μεγάλων ἐφιέμενος ἐπειδὴ καὶ τὴν Ἀνάνου τελευτὴν ἤκουσεν, εἰς τὴν ὀρεινὴν ἀφίσταται, καὶ προκηρύξας δούλοις μὲν ἐλευθερίαν, γέρας δὲ ἐλευθέροις τοὺς πανταχόθεν πονηροὺς συνήθροιζεν.