Ancient Greek · ~1 min
Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α.
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 502
Not analysed yet
Τούτοις περικομπήσας καίπερ παρατεταγμένον Ἡρώδην ὑπάγεται· δίδωσι γοῦν αὐτῷ τὰς συνταχθείσας ὑπʼ Ἀλεξάνδρου βίβλους ἀναγνῶναι καὶ καθʼ ἕκαστον ἐφιστὰς κεφάλαιον συνεσκέπτετο. λαμβάνει δʼ Ἀρχέλαος ἀφορμὴν τοῦ στρατηγήματος καὶ κατὰ μικρὸν εἰς τοὺς ἐγγεγραμμένους καὶ Φερώραν μετήγαγεν τὰς αἰτίας.