Ancient Greek · ~7 min
519 to 531
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 519-2-531
Not analysed yet
τοῦτον οἱ φύλακες προθύμως ἐδέξαντο τὴν αἰτίαν ἀγνοοῦντες διʼ ἣν ἥκοι, φθεγξάμενον δὲ περὶ παραδόσεως ἐδίωκον σπασάμενοι τὰ ξίφη, μέχρι φυγῆς τόπον οὐκ ἔχων ἔρριψεν ἀπὸ τοῦ τείχους ἑαυτὸν εἰς τὴν ὑποκειμένην φάραγγα. καὶ ὁ μὲν αὐτίκα τελευτᾷ, τοῖς δʼ Ἰδουμαίοις ἤδη κατορρωδοῦσι τὴν ἰσχὺν τοῦ Σίμωνος ἔδοξε πρὸ τοῦ συμβαλεῖν κατασκέψασθαι τὴν στρατιὰν τῶν πολεμίων. Εἰς τοῦτο δὲ ὑπηρέτην αὑτὸν ἑτοίμως ἐπεδίδου Ἰάκωβος, εἷς τῶν ἡγεμόνων, προδοσίαν ἐνθυμούμενος. ὁρμήσας γοῦν ἀπὸ τῆς Ἀλούρου, κατὰ γὰρ ταύτην συνήθροιστο τὴν κώμην τότε τῶν Ἰδουμαίων τὸ στράτευμα, παραγίνεται πρὸς Σίμωνα, καὶ πρώτην αὐτῷ παραδώσειν συντίθεται τὴν αὐτοῦ πατρίδα, λαβὼν ὅρκους ὡς ἀεὶ τίμιος ὢν διατελέσει, συνεργήσειν δὲ ὑπέσχετο καὶ περὶ τῆς ὅλης Ἰδουμαίας. ἐφʼ οἷς ἑστιαθεὶς φιλοφρόνως ὑπὸ τοῦ Σίμωνος καὶ λαμπραῖς ἐπαρθεὶς ὑποσχέσεσιν, ἐπειδήπερ εἰς τοὺς σφετέρους ὑπέστρεψε, τὸ μὲν πρῶτον πολλαπλασίονα τὴν στρατιὰν ἐψεύδετο τοῦ Σίμωνος, ἔπειτα δεξιούμενος τούς τε ἡγεμόνας καὶ κατʼ ὀλίγους πᾶν τὸ πλῆθος ἐνῆγεν ὥστε δέξασθαι τὸν Σίμωνα καὶ παραδοῦναι δίχα μάχης αὐτῷ τὴν τῶν ὅλων ἀρχήν. ἅμα δὲ ταῦτα διαπραττόμενος καὶ Σίμωνα διʼ ἀγγέλων ἐκάλει σκεδάσειν ὑπισχνούμενος τοὺς Ἰδουμαίους· ὃ δὴ παρέσχεν. ὡς γὰρ ἦν ἤδη πλησίον ἡ στρατιά, πρῶτος ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετὰ τῶν συνδιεφθαρμένων ἔφευγε. πτοία δʼ ἐμπίπτει παντὶ τῷ πλήθει, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν λυθέντες ἐκ τῆς τάξεως ἀνεχώρουν ἕκαστοι πρὸς τὰ ἴδια. Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν ᾗ πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν. ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῇδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτῳ Μέμφεως ἀρχαιοτέραν· δισχίλια γοῦν αὐτῇ καὶ τριακόσια ἔτη συναριθμεῖται. μυθεύουσι δὲ αὐτὴν καὶ οἰκητήριον Ἀβράμου τοῦ Ἰουδαίων προγόνου γεγονέναι μετὰ τὴν ἐκ τῆς Μεσοποταμίας ἀπανάστασιν, τούς τε παῖδας αὐτοῦ λέγουσι καταβῆναι εἰς Αἴγυπτον ἔνθεν·