Ancient Greek · ~7 min
519 to 529
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 519-3-529
Not analysed yet
Περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν καὶ βαθὺν ἰχῶρα μυδώντων ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεόν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ. τὰ μὲν δὴ κατὰ τὴν πόλιν εἶχεν οὕτως, Ῥωμαῖοι δὲ μηδενὸς ἔτι τῶν στασιαστῶν ἐκτρέχοντος, ἤδη γὰρ καὶ τούτων ἀθυμία καὶ λιμὸς ἐφήπτετο, ἐπʼ εὐθυμίαις ἦσαν σίτου τε ἀφθονίαν καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκ τῆς Συρίας καὶ τῶν πλησίον ἐπαρχιῶν ἔχοντες· ἱστάμενοι δὲ πολλοὶ τοῦ τείχους πλησίον καὶ πολὺ πλῆθος τῶν· ἐδωδίμων ἐπιδεικνύμενοι τῷ κατὰ σφᾶς κόρῳ τὸν λιμὸν τῶν πολεμίων ἐξέκαιον. πρὸς δὲ τὸ πάθος τῶν στασιαστῶν μηδὲν ἐνδιδόντων Τίτος οἰκτείρων τὰ λείψανα τοῦ δήμου καὶ σπουδάζων τὸ γοῦν περιὸν ἐξαρπάσαι, πάλιν ἤρχετο χωμάτων χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· ἡ μὲν γὰρ περὶ τὴν πόλιν πᾶσα τοῖς προτέροις ἔργοις ἐκέκοπτο, συνεφόρουν δὲ ἄλλην ἀπʼ ἐνενήκοντα σταδίων οἱ στρατιῶται. καὶ πρὸς μόνης ὕψουν τῆς Ἀντωνίας κατὰ μέρη τέσσαρα πολὺ μείζονα τῶν προτέρων χώματα. περιιὼν δὲ ὁ Καῖσαρ τὰ τάγματα καὶ κατεπείγων τὸ ἔργον ἐπεδείκνυ τοῖς λῃσταῖς, ὡς ἐν χερσὶν εἴησαν αὐτοῦ. μόνοις δὲ ἐκείνοις ἄρα κακῶν ἀπολώλει μεταμέλεια, καὶ τὰς ψυχὰς χωρίσαντες ἀπὸ τῶν σωμάτων ἀμφοτέροις ὡς ἀλλοτρίοις ἐχρῶντο. οὔτε γὰρ πάθος αὐτῶν ἡμέρου τὴν ψυχὴν οὔτʼ ἀλγηδὼν ἥπτετο τοῦ σώματος, οἵ γε καὶ νεκρὸν τὸν δῆμον ὥσπερ κύνες ἐσπάραττον καὶ τὰ δεσμωτήρια τῶν ἀρρώστων ἐνεπίμπλασαν. Σίμων γοῦν οὐδὲ Ματθίαν, διʼ ὃν κατέσχε τὴν πόλιν, ἀβασάνιστον ἀνεῖλε· Βοηθοῦ παῖς ἦν οὗτος ἐκ τῶν ἀρχιερέων ἐν τοῖς μάλιστα τῷ δήμῳ πιστὸς καὶ τίμιος· ὃς ὑπὸ τοῖς ζηλωταῖς κακουμένου τοῦ πλήθους, οἷς ἤδη καὶ Ἰωάννης προσῆν, πείθει τὸν δῆμον εἰσαφεῖναι τὸν Σίμωνα βοηθόν, οὐδὲν οὔτε προσυνθέμενος οὔτε προσδοκήσας φαῦλον ἐξ αὐτοῦ. παρελθὼν δʼ ἐκεῖνος ὡς ἐκράτησε τῆς πόλεως, ἐχθρὸν ἐν ἴσῳ τοῖς ἄλλοις ἡγεῖτο καὶ τὸν ὑπὲρ αὐτοῦ σύμβουλον ὡς ἂν ἐξ ἁπλότητος γεγενημένον.