Ancient Greek · ~6 min
537 to 543
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 537-543
Not analysed yet
τῶν δὲ Ῥωμαίων οἱ πρῶτοι τοὺς θυρεοὺς ἐξερείσαντες εἰς τὸ τεῖχος καὶ κατὰ τούτων οἱ κατόπιν ἄλλους οἵ τε ἑξῆς ὁμοίως τὴν καλουμένην παρʼ αὐτοῖς χελώνην ἐφράξαντο, καθʼ ἧς τὰ βέλη φερόμενα περιωλίσθανεν ἄπρακτα, μηδὲν δὲ οἱ στρατιῶται κακούμενοι τὸ τεῖχος ὑπέσυρον καὶ τοῦ ἱεροῦ τὴν πύλην ὑποπιμπράναι παρεσκευάζοντο. Δεινὴ δὲ τοὺς στασιαστὰς ἔκπληξις κατέλαβεν· ἤδη δὲ πολλοὶ διεδίδρασκον ἀπὸ τῆς πόλεως ὡς ἁλωσομένης αὐτίκα. τὸν δὲ δῆμον ἐπὶ τούτοις συνέβαινεν θαρρεῖν, καὶ καθὸ παρείκοιεν οἱ πονηροί, προσῄεσαν αὐτοὶ τὰς πύλας ἀνοίξοντες καὶ δεξόμενοι τὸν Κέστιον ὡς εὐεργέτην. ὃς εἰ βραχὺ τῇ πολιορκίᾳ προσελιπάρησεν, κἂν εὐθέως τὴν πόλιν παρέλαβεν· ἀλλʼ οἶμαι διὰ τοὺς πονηροὺς ἀπεστραμμένος ὁ θεὸς ἤδη καὶ τὰ ἅγια τέλος λαβεῖν ἐπʼ ἐκείνης τῆς ἡμέρας ἐκώλυσεν τὸν πόλεμον. Ὁ γοῦν Κέστιος οὔτε τὴν τῶν πολιορκουμένων ἀπόγνωσιν οὔτε τοῦ δήμου τὸ φρόνημα συνιδὼν ἐξαίφνης ἀνεκάλεσεν τοὺς στρατιώτας καὶ καταγνοὺς ἐπʼ οὐδεμιᾷ πληγῇ τῶν ἐλπίδων παραλογώτατα ἀπὸ τῆς πόλεως ἀνέζευξεν. πρὸς δὲ τὴν ἀδόκητον αὐτοῦ τροπὴν ἀναθαρσήσαντες οἱ λῃσταὶ κατὰ τῶν ὑστάτων ἐπεξέδραμον καὶ συχνοὺς τῶν ἱππέων καὶ πεζῶν διέφθειραν. τότε μὲν οὖν ἐν τῷ κατὰ τὸν Σκοπὸν αὐλίζεται στρατοπέδῳ Κέστιος, τῇ δʼ ἐπιούσῃ προσωτέρω χωριζόμενος μᾶλλον ἐξεκαλέσατο τοὺς πολεμίους, καὶ τοὺς ὑστάτους αὐτῶν προσκείμενοι διέφθειρον καὶ καθʼ ἑκάτερον τῆς ὁδοῦ περιιόντες ἠκόντιζον εἰς πλαγίους. οὔτε δὲ ἐπιστραφῆναι πρὸς τοὺς κατόπιν τιτρώσκοντας ἐθάρρουν οἱ τελευταῖοι ἄπειρόν τι πλῆθος οἰόμενοι διώκειν καὶ τοὺς κατὰ πλευρὸν ἐγκειμένους ἀναστέλλειν οὐχ ὑπέμενον, αὐτοὶ μὲν ὄντες βαρεῖς καὶ δεδοικότες τὴν τάξιν διασπᾶν, τοὺς δὲ Ἰουδαίους ὁρῶντες κούφους καὶ πρὸς τὰς ἐπιδρομὰς εὐκόλους· ὥστε συνέβαινεν αὐτοῖς πολλὰ κακοῦσθαι μηδὲν ἀντιβλάπτουσιν τοὺς ἐχθρούς.