Ancient Greek · ~7 min
543 to 553
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 543-553
Not analysed yet
ἐντέταλτο δʼ αὐτοῖς λέγειν, ὅτι Σίμων θεὸν ὄμνυσι τὸν πάντων ἔφορον, εἰ μὴ θᾶττον ἀποδώσουσιν αὐτῷ τὴν γυναῖκα, ῥήξας τὸ τεῖχος τοιαῦτα διαθήσειν πάντας τοὺς κατὰ τὴν πόλιν, μηδεμιᾶς φεισάμενος ἡλικίας μηδὲ ἀπὸ τῶν ἀναιτίων διακρίνας τοὺς αἰτίους. τούτοις οὐ μόνον ὁ δῆμος ἀλλὰ καὶ οἱ ζηλωταὶ καταπλαγέντες ἀποπέμπουσιν αὐτῷ τὴν γυναῖκα· καὶ τότε μὲν ἐκμειλιχθεὶς ὀλίγον ἀνεπαύσατο τοῦ συνεχοῦς φόνου. Οὐ μόνον δὲ κατὰ τὴν Ἰουδαίαν στάσις ἦν καὶ πόλεμος ἐμφύλιος, ἀλλὰ κἀπὶ τῆς Ἰταλίας. ἀνῄρητο μὲν γὰρ κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν Γάλβας, ἀποδεδειγμένος δὲ αὐτοκράτωρ Ὄθων ἐπολέμει Οὐιτελλίῳ βασιλειῶντι· τοῦτον γὰρ ᾕρητο τὰ κατὰ Γερμανίαν τάγματα. καὶ γενομένης συμβολῆς κατὰ Φρηγδίακον τῆς Γαλατίας πρός τε Οὐάλεντα καὶ Καικίνναν τοὺς Οὐιτελλίου στρατηγούς, τῇ πρώτῃ μὲν ἡμέρᾳ περιῆν Ὄθων, τῇ δὲ δευτέρᾳ τὸ Οὐιτελλίου στρατιωτικόν· καὶ πολλοῦ φόνου γενομένου διεχρήσατο μὲν Ὄθων αὑτὸν ἐν Βριξέλλῳ τὴν ἧτταν πυθόμενος ἡμέρας δύο καὶ τρεῖς μῆνας κρατήσας τῶν πραγμάτων, προσεχώρησε δὲ τοῖς Οὐιτελλίου στρατηγοῖς ἡ στρατιά, καὶ κατέβαινεν αὐτὸς εἰς τὴν Ῥώμην μετὰ τῆς δυνάμεως. ἐν δὲ τούτῳ καὶ Οὐεσπασιανὸς ἀναστὰς ἐκ τῆς Καισαρείας πέμπτῃ Δαισίου μηνὸς ὥρμησεν ἐπὶ τὰ μηδέπω κατεστραμμένα τῶν τῆς Ἰουδαίας χωρίων. ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας, τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην, μεθʼ ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια, οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο· φθορὰ δʼ ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ᾐχμαλωτίζετο. Κερεάλιος δὲ αὐτῷ τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει, καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν, ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει. πάνυ δʼ ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον τὰς πύλας καὶ μεθʼ ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν.