Ancient Greek · ~4 min
568 to 572
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 568-2-572
Not analysed yet
τοῦτο δʼ ἦν πλῆθος ἀπόρων· καὶ οὐδὲ αὐτὸς ἐφεστώς, ἀλλὰ δημοσίᾳ μισθὸν διδοὺς ἐξ ἀνάγκης ἠρίθμει. τοὺς δὲ λοιποὺς οἱ προσήκοντες ἔθαπτον· ταφὴ δʼ ἦν τὸ προκομίσαντας ἐκ τοῦ ἄστεος ῥῖψαι. μετὰ δὲ τοῦτον διαδράντες πολλοὶ τῶν ἐπισήμων τὰς πάσας τῶν ἀπόρων νεκρῶν ἀπήγγελλον μυριάδας ἑξήκοντα διὰ τῶν πυλῶν ἐκριφῆναι, τῶν δʼ ἄλλων ἀνεξερεύνητον εἶναι τὸν ἀριθμόν. μηκέτι δʼ εὐτονούντων τοὺς πτωχοὺς ἐκφέρειν [ἔλεγον] συσσωρεύοντας εἰς τοὺς μεγίστους οἴκους τὰ πτώματα ἀποκλείειν. καὶ τοῦ μὲν σίτου τὸ μέτρον πραθῆναι ταλάντου, μετὰ ταῦτα δʼ ὡς οὐδὲ ποηλογεῖν ἔθʼ οἷόν τʼ ἦν περιτειχισθείσης τῆς πόλεως, προελθεῖν τινας εἰς τοσοῦτον ἀνάγκης, ὥστε τὰς ἀμάρας ἐρευνῶντας καὶ παλαιὸν ὄνθον βοῶν προσφέρεσθαι τὰ ἐκ τούτων σκύβαλα, καὶ τὸ μηδʼ ὄψει φορητὸν πάλαι τότε γενέσθαι τροφήν. ταῦτα Ῥωμαῖοι μὲν ἀκούοντες ἠλέησαν, οἱ στασιασταὶ δὲ καὶ βλέποντες οὐ μετενόουν, ἀλλʼ ἠνείχοντο μέχρις αὐτῶν προελθεῖν· πεπήρωντο γὰρ ὑπὸ τοῦ χρεών, ὃ τῇ τε πόλει καὶ αὐτοῖς ἤδη παρῆν.