Ancient Greek
593 to 595
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 593-595
Not analysed yet
ταύτην ὁ βασιλεὺς μεταπεμψάμενος αὐτίκα τὸ ληφθὲν ἐκέλευσεν κομίζειν. ἡ δʼ ἔξεισι μὲν ὡς κομιοῦσα, ῥίπτει δʼ ἑαυτὴν ἀπὸ τοῦ τέγους τόν τε ἔλεγχον καὶ τὴν ἐκ τοῦ βασιλέως αἰκίαν φθάνουσα· προνοίᾳ δʼ, ὡς ἔοικεν, θεοῦ μετιόντος Ἀντίπατρον οὐκ ἐπὶ κεφαλὴν ἀλλʼ ἐπὶ θάτερα πεσοῦσα διασώζεται. κομισθεῖσαν δʼ αὐτὴν ὁ βασιλεὺς ἀνακτησάμενος, κεκάρωτο γὰρ ἀπὸ τοῦ πτώματος, ἠρώτα διʼ ἣν αἰτίαν ῥίψειεν ἑαυτήν, εἰ μὲν εἴποι τἀληθές, ἀφήσειν πάσης τιμωρίας ἐπομνύμενος, εἰ δʼ ὑποστείλαιτο, δαπανήσειν αὐτῆς ἐν βασάνοις τὸ σῶμα καὶ μηδὲ τάφῳ καταλείψειν. Πρὸς ταῦθʼ ἡ γυνὴ μικρὸν διαλιποῦσα καὶ τί γάρ, εἶπεν, ἔτι φείδομαι τῶν ἀπορρήτων Φερώρα τεθνεῶτος ἢ σώζουσα τὸν ἀπολέσαντα πάντας ἡμᾶς Ἀντίπατρον; ἄκουε, βασιλεῦ, καὶ μετὰ σοῦ θεὸς ὁ μάρτυς ἐμοὶ τῆς ἀληθείας πλανηθῆναι μὴ δυνάμενος·