Ancient Greek · ~7 min
630 to 640
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 630-640
Not analysed yet
Οὐεσπασιανὸς δὲ ταῖς πρεσβείαις χρηματίσας καὶ καταστησάμενος ἑκάστοις τὰς ἀρχὰς δικαίως καὶ διὰ τῶν ἀξίων εἰς Ἀντιόχειαν ἀφικνεῖται. καὶ βουλευόμενος, ποῖ τρέπεσθαι, προυργιαίτερα τῆς εἰς Ἀλεξάνδρειαν ὁρμῆς τὰ κατὰ τὴν Ῥώμην ἔκρινε, τὴν μὲν βέβαιον οὖσαν ὁρῶν, τὰ δʼ ὑπὸ Οὐιτελλίου ταρασσόμενα. πέμπει δὴ Μουκιανὸν εἰς τὴν Ἰταλίαν παραδοὺς ἱππέων τε καὶ πεζῶν συχνὴν δύναμιν. ὁ δὲ διὰ τὴν τοῦ χειμῶνος ἀκμὴν δείσας τὸ πλεῖν πεζῇ τὴν στρατιὰν ἦγε διὰ Καππαδοκίας καὶ Φρυγίας. Ἐν δὲ τούτῳ καὶ Ἀντώνιος Πρῖμος ἀναλαβὼν τὸ τρίτον τάγμα τῶν κατὰ Μυσίαν, ἔτυχεν δʼ ἡγεμονεύων αὐτόθι, Οὐιτελλίῳ παραταξόμενος ἠπείγετο. Οὐιτέλλιος δὲ αὐτῷ συναντήσοντα μετὰ πολλῆς δυνάμεως Καικίναν Ἀλιηνὸν ἐκπέμπει, μέγα θαρρῶν τἀνδρὶ διὰ τὴν ἐπʼ Ὄθωνι νίκην. ὁ δὲ ἀπὸ τῆς Ῥώμης ἐλαύνων διὰ τάχους περὶ Κρέμωνα τῆς Γαλατίας τὸν Ἀντώνιον καταλαμβάνει· μεθόριος δʼ ἐστὶν ἡ πόλις αὕτη τῆς Ἰταλίας. κατιδὼν δὲ ἐνταῦθα τὸ πλῆθος τῶν πολεμίων καὶ τὴν εὐταξίαν, συμβαλεῖν μὲν οὐκ ἐθάρρει, σφαλερὰν δὲ τὴν ἀναχώρησιν λογιζόμενος προδοσίαν ἐβουλεύετο. συναγαγὼν δὲ τοὺς ὑπʼ αὐτὸν ἑκατοντάρχας καὶ χιλιάρχους ἐνῆγεν μεταβῆναι πρὸς τὸν Ἀντώνιον, ταπεινῶν μὲν τὰ Οὐιτελλίου πράγματα, τὴν Οὐεσπασιανοῦ δʼ ἰσχὺν ἐπαίρων, καὶ παρʼ ᾧ μὲν εἶναι λέγων μόνον τῆς ἀρχῆς ὄνομα, παρʼ ᾧ δὲ τὴν δύναμιν, καὶ αὐτοὺς δὲ ἄμεινον προλαβόντας τὴν ἀνάγκην ποιῆσαι χάριν καὶ μέλλοντας ἡττᾶσθαι τοῖς ὅπλοις ταῖς γνώμαις τὸν κίνδυνον φθάσαι· Οὐεσπασιανὸν μὲν γὰρ ἱκανὸν εἶναι καὶ χωρὶς αὐτῶν προσκτήσασθαι καὶ τὰ λείποντα, Οὐιτέλλιον δʼ οὐδὲ σὺν αὐτοῖς τηρῆσαι τὰ ὄντα. Πολλὰ τοιαῦτα λέγων ἔπεισε καὶ πρὸς τὸν Ἀντώνιον αὐτομολεῖ μετὰ τῆς δυνάμεως. τῆς δʼ αὐτῆς νυκτὸς ἐμπίπτει μετάνοια τοῖς στρατιώταις καὶ δέος τοῦ προπέμψαντος, εἰ κρείσσων γένοιτο· σπασάμενοι δὲ τὰ ξίφη τὸν Καικίναν ὥρμησαν ἀνελεῖν, κἂν ἐπράχθη τὸ ἔργον αὐτοῖς, εἰ μὴ προσπίπτοντες οἱ χιλίαρχοι καθικέτευσαν αὐτούς.