Ancient Greek · ~3 min
64 to 67
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 64-2-67
Not analysed yet
ὁ γοῦν ἀνὴρ οὗτος ὅτʼ ἐκράτησε τῆς ἐπιβολῆς, ἐσφάλη καὶ πταίσας πρός τινι πέτρᾳ πρηνὴς ἐπʼ αὐτὴν μετὰ μεγίστου ψόφου κατέπεσεν· ἐπιστραφέντες δὲ οἱ Ἰουδαῖοι καὶ κατιδόντες μόνον τε αὐτὸν καὶ πεπτωκότα, πάντοθεν ἔβαλλον. ὁ δʼ ἐς γόνυ διαναστὰς καὶ προκαλυψάμενος τὸν θυρεὸν τὸ μὲν πρῶτον ἠμύνετο καὶ πολλοὺς τῶν πλησιασάντων ἔτρωσεν· αὖθις δʼ ὑπὸ πλήθους τραυμάτων παρῆκε τὴν δεξιὰν καὶ τέλος πρὶν ἀποδοῦναι τὴν ψυχὴν κατεχώσθη τοῖς βέλεσιν, ἀνὴρ ἄξιος μὲν ἀμείνονι χρῆσθαι διʼ ἀνδρείαν καὶ τύχῃ, πεσὼν δὲ τῆς ἐπιβολῆς ἀναλόγως. τῶν δὲ ἄλλων τρεῖς μὲν τοὺς ἤδη πρὸς τοῖς ἄκροις ὄντας συντρίψαντες ἀπέκτειναν τοῖς λίθοις, οἱ δὲ ὀκτὼ τραυματίαι κατασυρέντες ἀνεκομίσθησαν εἰς τὸ στρατόπεδον. ταῦτα μὲν οὖν τρίτῃ μηνὸς Πανέμου ἐπράχθη.