Ancient Greek · ~2 min
652 to 654
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 652-654
Not analysed yet
Κατὰ δὲ τὴν Ἀκραβετηνὴν τοπαρχίαν ὁ Γιώρα Σίμων πολλοὺς τῶν νεωτεριζόντων συστησάμενος ἐφʼ ἁρπαγὰς ἐτράπετο καὶ οὐ μόνον τὰς οἰκίας ἐσπάρασσεν τῶν πλουσίων, ἀλλὰ καὶ τὰ σώματα κατῃκίζετο δῆλός τε ἦν ἤδη πόρρωθεν ἀρχόμενος τυραννεῖν. πεμφθείσης δʼ ἐπʼ αὐτὸν ὑπʼ Ἀνάνου καὶ τῶν ἀρχόντων στρατιᾶς πρὸς τοὺς ἐν Μασάδᾳ λῃστὰς μεθʼ ὧν εἶχεν κατέφυγεν, κἀκεῖ μέχρι τῆς Ἀνάνου καὶ τῆς τῶν ἄλλων ἐχθρῶν ἀναιρέσεως μένων συνελῄζετο τὴν Ἰδουμαίαν· ὥστε τοὺς ἄρχοντας τοῦ ἔθνους διὰ τὸ πλῆθος τῶν φονευομένων καὶ τὰς συνεχεῖς ἁρπαγὰς στρατιὰν ἀθροίσαντας ἐμφρούρους τὰς κώμας ἔχειν. καὶ τὰ μὲν κατὰ τὴν Ἰδουμαίαν ἐν τούτοις ἦν.