Ancient Greek · ~2 min
661 to 663
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 661-663
Not analysed yet
δυσὶ δʼ ἡμέραις ἐνταῦθα τὴν στρατιὰν ἀναλαβὼν τῇ τρίτῃ διέξεισι τὰς ἐμβολὰς τοῦ Πηλουσίου, καὶ προελθὼν σταθμὸν ἕνα διὰ τῆς ἐρήμου πρὸς τῷ τοῦ Κασίου Διὸς ἱερῷ στρατοπεδεύεται, τῇ δʼ ὑστεραίᾳ κατὰ τὴν Ὀστρακίνην· οὗτος ὁ σταθμὸς ἦν ἄνυδρος, ἐπεισάκτοις δὲ ὕδασιν οἱ ἐπιχώριοι χρῶνται. μετὰ ταῦτα πρὸς Ῥινοκουρούροις ἀναπαύεται, κἀκεῖθεν εἰς Ῥάφειαν προελθὼν σταθμὸν τέταρτον, ἔστι δʼ ἡ πόλις αὕτη Συρίας ἀρχή, τὸ πέμπτον ἐν Γάζῃ τίθεται στρατόπεδον, μεθʼ ἣν εἰς Ἀσκάλωνα κἀκεῖθεν εἰς Ἰάμνειαν, ἔπειτα εἰς Ἰόππην κἀξ Ἰόππης εἰς Καισάρειαν ἀφικνεῖται διεγνωκὼς αὐτόθι τὰς ἄλλας δυνάμεις ἀθροίζειν.