Ancient Greek · ~7 min
69 to 79
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 69-2-79
Not analysed yet
πρὸς ὃ τῶν μὲν ἄλλων φυλάκων ἐξανάστασις αἰφνίδιος ἦν καὶ φυγὴ πρίν τινα τὸ πλῆθος ἐπιδεῖν τῶν ἐπιβεβηκότων· ὅ τε γὰρ φόβος καὶ ἡ σάλπιγξ φαντασίαν αὐτοῖς τοῦ πλῆθος ἀναβεβηκέναι πολεμίων παρεῖχε. Καῖσαρ δὲ τοῦ σημείου κατακούσας ἐξοπλίζει τήν τε δύναμιν διὰ τάχους καὶ μετὰ τῶν ἡγεμόνων πρῶτος ἀναβαίνει τοὺς ἐπιλέκτους ἔχων. καταπεφευγότων δὲ Ἰουδαίων εἰς τὸ ἱερὸν καὶ αὐτοὶ διὰ τῆς διώρυγος εἰσέπιπτον, ἣν ὁ Ἰωάννης ἐπὶ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξε. καὶ διαστάντες ἀπʼ ἀμφοτέρων οἱ στασιασταὶ τῶν ταγμάτων, τοῦ τε Ἰωάννου καὶ τοῦ Σίμωνος, εἶργον αὐτοὺς οὐδεμίαν οὔτε ἰσχύος οὔτε προθυμίας ἐλλείποντες ὑπερβολήν· πέρας γὰρ ἁλώσεως ὑπελάμβανον τὸ Ῥωμαίους παρελθεῖν εἰς τὸ ἅγιον, ὃ δὴ κἀκεῖνοι τοῦ κρατεῖν ἀρχήν. συρρήγνυται δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, τῶν μὲν καταλαβέσθαι καὶ τὸ ἱερὸν εἰσβιαζομένων, τῶν δὲ Ἰουδαίων ἐξωθούντων αὐτοὺς ἐπὶ τὴν Ἀντωνίαν. καὶ τὰ βέλη μὲν ἦν ἀμφοτέροις ἄχρηστα καὶ τὰ δόρατα, σπασάμενοι δὲ τὰ ξίφη συνεπλέκοντο, καὶ περὶ τὴν συμβολὴν ἄκριτον ἦν ὁποτέρωθεν ἕκαστοι μάχοιντο, πεφυρμένων μὲν τῶν ἀνδρῶν καὶ περὶ τὴν στενοχωρίαν διηλλαγμένων, τῆς δὲ βοῆς ἀσημάντου προσπιπτούσης διὰ τὸ μέγεθος. φόνος τε ἦν ἑκατέρωθεν πολύς, καὶ τῶν πεσόντων τά τε σώματα καὶ τὰς πανοπλίας πατοῦντες ἔθραυον οἱ μαχόμενοι. ἀεὶ δʼ ἐφʼ ὁπότερον βρίσειεν ῥέων ὁ πόλεμος, παρακέλευσις μὲν ἦν τῶν πλεονεκτούντων, οἰμωγαὶ δὲ τῶν τρεπομένων. οὔτε δὲ αἱ φυγαὶ τόπον εἶχον οὔτε αἱ διώξεις, ἀλλʼ ἀγχώμαλοι ῥοπαὶ καὶ μετακλίσεις μεμιγμένης ἐγίνοντο τῆς παρατάξεως. τοῖς δʼ ἔμπροσθεν γινομένοις ἢ τοῦ θνήσκειν ἢ τοῦ κτείνειν ἀνάγκη παρῆν οὐκ οὔσης ἀναφυγῆς· οἱ γὰρ κατὰ νώτου πρόσω βιαζόμενοι τοὺς σφετέρους παρʼ ἀμφοῖν οὐδὲ τῇ μάχῃ μεταίχμιον κατέλειπον. πλεονεκτούντων δὲ τῶν Ἰουδαίων τοῖς θυμοῖς τὴν Ῥωμαίων ἐμπειρίαν καὶ κλινομένης καθάπαν ἤδη τῆς παρατάξεως, ἀπὸ γὰρ ἐνάτης ὥρας τῆς νυκτὸς εἰς ἑβδόμην τῆς ἡμέρας ἐπολέμουν,