Ancient Greek
Section 1
Flavius Josephus, Ἰωσήπου βίος 1
Not analysed yet
Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλʼ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δʼ ἡ παρʼ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρʼ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος.