Ancient Greek
Section 105
Flavius Josephus, Ἰωσήπου βίος 105
Not analysed yet
καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δʼ ὀκτακόσιοι τὸν ἀριθμόν, πόλεμον ἐξάψαι πρὸς ἡμᾶς.