Ancient Greek · ~1 min
Section 108
Flavius Josephus, Ἰωσήπου βίος 108
Not analysed yet
εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν.