Ancient Greek
Section 110
Flavius Josephus, Ἰωσήπου βίος 110
Not analysed yet
κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατʼ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπʼ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδʼ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δʼ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι.