Ancient Greek
Section 12
Flavius Josephus, Ἰωσήπου βίος 12
Not analysed yet
καὶ διατρίψας παρʼ αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαιδέκατον δʼ ἔτος ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατακολουθῶν, ἣ παραπλήσιός ἐστι τῇ παρʼ Ἕλλησιν Στωϊκῇ λεγομένῃ.