Ancient Greek · ~1 min
Section 127
Flavius Josephus, Ἰωσήπου βίος 127
Not analysed yet
καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.