Ancient Greek · ~1 min
Section 14
Flavius Josephus, Ἰωσήπου βίος 14
Not analysed yet
οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ πυθόμενος ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐπελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ σύκοις καὶ καρύοις, ἀφικόμην εἰς τὴν Ῥώμην πολλὰ κινδυνεύσας κατὰ θάλασσαν.