Ancient Greek
Section 148
Flavius Josephus, Ἰωσήπου βίος 148
Not analysed yet
τοὺς δʼ ἔλαβεν ἔκπληξις καὶ φόβος οὔτι μέτριος. δείσαντες οὖν καὶ αὐτοὶ ταὐτὰ πείσεσθαι, εἰ μένοιεν, εἴκαζον γὰρ ἔνδον ἔχειν με πλείους αὐτῶν, εἰς φυγὴν ὥρμησαν. κἀγὼ τοιούτῳ στρατηγήματι χρησάμενος τὴν δευτέραν ἐπιβουλὴν διέφυγον.