Ancient Greek · ~1 min
Section 156
Flavius Josephus, Ἰωσήπου βίος 156
Not analysed yet
ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν.