Ancient Greek · ~1 min
Section 158
Flavius Josephus, Ἰωσήπου βίος 158
Not analysed yet
εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατʼ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν.