Ancient Greek
Section 19
Flavius Josephus, Ἰωσήπου βίος 19
Not analysed yet
ταῦτα δʼ ἔλεγον καὶ λιπαρῶς ἐνεκείμην ἀποτρέπων, δυστυχέστατον ἡμῖν τοῦ πολέμου τὸ τέλος γενήσεσθαι προορώμενος. οὐ μὴν ἔπεισα· πολὺ γὰρ ἡ τῶν ἀπονοηθέντων ἐπεκράτησεν μανία.