Ancient Greek · ~1 min
Section 216
Flavius Josephus, Ἰωσήπου βίος 216
Not analysed yet
Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σίμωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν διʼ ἐνέδρας ἐπεβούλευεν· φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα.