Ancient Greek · ~1 min
Section 220
Flavius Josephus, Ἰωσήπου βίος 220
Not analysed yet
ἧκεν δέ μοι τὴν ἐπιστολὴν ἱππεὺς κομίζων θρασὺς ἄλλως νεανίας τῶν παρὰ βασιλεῖ ποτε στρατευσαμένων. ἦν δʼ ὥρα νυκτὸς ἤδη δευτέρα, καθʼ ἣν ἐτύγχανον μετὰ τῶν φίλων καὶ τῶν τῆς Γαλιλαίας πρώτων ἑστιώμενος.