Ancient Greek · ~1 min
Section 232
Flavius Josephus, Ἰωσήπου βίος 232
Not analysed yet
ἄπρακτοι δὲ παρὰ τούτων ἀπελθόντες οἱ περὶ τὸν Ἰωνάθην εἰς Σέπφωριν μεγίστην τῶν ἐν τῇ Γαλιλαίᾳ πόλιν ἀφικνοῦνται. οἱ δʼ ἐντεῦθεν ἄνθρωποι πρὸς Ῥωμαίους ταῖς γνώμαις ἀποβλέποντες, ἐκείνοις μὲν ὑπήντων, ἐμὲ δὲ οὔτε ἐπῄνουν οὔτʼ ἐβλασφήμουν.