Ancient Greek
Section 240
Flavius Josephus, Ἰωσήπου βίος 240
Not analysed yet
ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους·