Ancient Greek · ~1 min
Section 256
Flavius Josephus, Ἰωσήπου βίος 256
Not analysed yet
καὶ μήν, ἔφην, Ἰωνάθη ὑμεῖς τε οἱ συμπρέσβεις, εἰ πρὸς Ἰωάννην κρινόμενος ὑπὲρ τοῦ παραστῆσαι τὸν ἐμαυτοῦ βίον δύο τινὰς ἢ τρεῖς μάρτυρας καλοὺς κἀγαθοὺς ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε προεξετάσαντες καὶ τοὺς τούτων βίους ἀπαλλάξαι με τῶν ἐγκλημάτων.