Ancient Greek
Section 272
Flavius Josephus, Ἰωσήπου βίος 272
Not analysed yet
ἐκεῖνοι μὲν οὖν ἐπὶ τοιαύταις ἐλπίσιν ἀπῆλθον, ἀπαγγέλλει δέ μοι ταῦτα Σίλας διὰ γραμμάτων, ὃν ἔφην τῆς Τιβεριάδος ἐπιμελητὴν καταλελοιπέναι, καὶ σπεύδειν ἠξίου. κἀγὼ ταχέως ὑπακούσας αὐτῷ καὶ παραγενόμενος εἰς κίνδυνον ἀπωλείας κατέστην ἐξ αἰτίας τοιαύτης.