Ancient Greek
Section 281
Flavius Josephus, Ἰωσήπου βίος 281
Not analysed yet
οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτʼ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥωμαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι.