Ancient Greek · ~1 min
Section 289
Flavius Josephus, Ἰωσήπου βίος 289
Not analysed yet
σφόδρα τῷ πλήθει συνήρεσεν ἡ ʼμὴ συμβουλία· κἀκείνους οὖν ἠνάγκαζον ἐπὶ τὸν πόλεμον ἐξιέναι. τοῖς δʼ οὔτι μετρίως συνεχύθησαν αἱ γνῶμαι μὴ κατεργασαμένοις ἃ διενοήθησαν ἐμοῦ τοῖς ἐπιχειρήμασιν αὐτῶν ἀντιστρατηγήσαντος.