Ancient Greek · ~1 min
Section 304
Flavius Josephus, Ἰωσήπου βίος 304
Not analysed yet
Ἐπεὶ δὲ προελθὼν ὀλίγον ὑπαντιάζειν ἔμελλον τῷ Ἰωάννῃ προσιόντι μετὰ τῶν ὁπλιτῶν, δείσας ἐκεῖνον μὲν ἐξέκλινα, διὰ στενωποῦ δέ τινος ἐπὶ τὴν λίμνην σωθεὶς καὶ πλοίου λαβόμενος, ἐμβὰς εἰς τὰς Ταριχέας διεπεραιώθην ἀπροσδοκήτως τὸν κίνδυνον διαφυγών.