Ancient Greek · ~1 min
Section 329
Flavius Josephus, Ἰωσήπου βίος 329
Not analysed yet
ἐγὼ δὲ πρὸς τὰς δεήσεις ἐπικλασθεὶς τοὺς μὲν στρατιώτας τῆς ὁρμῆς ἐπέσχον, αὐτὸς δέ, καὶ γὰρ ἑσπέρα κατέλαβεν, μετὰ τῶν ὁπλιτῶν ἀπὸ τῆς πολιορκίας ὑποστρέψας περὶ τὴν τοῦ σώματος θεραπείαν ἐγινόμην.