Ancient Greek
Section 34
Flavius Josephus, Ἰωσήπου βίος 34
Not analysed yet
πάντες οὖν οἱ προειρημένοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμμένειν συνεβούλευον τῇ πρὸς τοὺς Ῥωμαίους καὶ τὸν βασιλέα πίστει. τῇ γνώμῃ δʼ οὐ συνηρέσκετο Πιστὸς παραγόμενος ὑπὸ Ἰούστου τοῦ παιδός· καὶ γὰρ ἦν φύσει πως ἐπιμανής.