Ancient Greek · ~1 min
Section 340
Flavius Josephus, Ἰωσήπου βίος 340
Not analysed yet
πῶς οὖν, ἵνα φῶ πρὸς αὐτὸν ὡς παρόντα, Ἰοῦστε δεινότατε συγγραφέων, τοῦτο γὰρ αὐχεῖς περὶ σεαυτοῦ, αἴτιοι γεγόναμεν ἐγώ τε καὶ Γαλιλαῖοι τῇ πατρίδι σου τῆς πρὸς Ῥωμαίους καὶ πρὸς τὸν βασιλέα στάσεως;